Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΝΑΓΙΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΝΑΓΙΑ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 21 Νοεμβρίου 2016

Εισόδια της Θεοτόκου Ἀπολυτίκιον Ἦχος δ’. Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις. Κοντάκιον Ἦχος δ’. Ὁ ὑψωθεὶς. Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Ὁ Οἶκος Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. Πηγή: Ορθόδοξος Συναξαριστής

Εισόδια της Θεοτόκου

Ἀπολυτίκιον
Ἦχος δ’.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.

Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Ὁ καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ Ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Ὁ Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Πηγή: Ορθόδοξος Συναξαριστής

Τετάρτη 16 Νοεμβρίου 2016

Προσευχή στην Παναγία


Του Αγίου Γρηγορίου του Παλαμά
Υπεράγαθε Δέσποινα Θεοτόκε,
επάκουσον της οικτράς μου δεήσεως
και μη καταισχύνης με από της προσδοκίας μου,
η μετά Θεόν ελπίς πάντων των περάτων της γης.
Τον βρασμόν της σαρκός μου κατάσβεσον.
Τον εν τη ψυχή μου αγριότατον κλύδωνα κατεύνασον.
Τον πικρόν θυμόν καταπράϋνον.
Τον τύφον και την αλαζονείαν της ματαίας οιήσεως
εκ του νοός μου αφάνισον.

Τας νυκτερινάς φαντασίας των πονηρών πνευμάτων
και τας μεθημερινάς των ακαθάρτων εννοιών προσβολάς
εκ της καρδίας μου μείωσον.
Παίδευσόν με την γλώσσαν λαλείν τα συμφέροντα.
Δίδαξον τους οφθαλμούς μου
βλέπειν ορθώς της αρετής την ευθύτητα.
Τους πόδας μου τρέχειν ανυποσκελίστως
ποίησον την μακαρίαν οδόν των του Θεού εντολών.
Τας χείρας μου αγιασθήναι παρασκεύασον,
ίνα αξίως αίρω αυτάς προς τον Ύψιστον.
Κάθαρόν μου το στόμα,
ίνα μετά παρρησίας επικαλείται Πατέρα
τον φοβερόν Θεόν και πανάγιον.
Άνοιξόν μου τα ώτα, ίνα ακούω αισθητώς και νοητώς
τα υπέρ μέλι και κηρίον γλυκύτερα των αγίων Γραφών λόγια ,
και βιώ κατ ‘ αυτά από σου κραταιούμενος.
Δια γαρ σου , πανύμνητε και υπεράγαθε Δέσποινα,
περισώζεται πάσα βροτεία φύσις αινούσα και ευλογούσα
Πατέρα, Υιόν και Άγιον Πνεύμα,
την παναγίαν Τριάδα και ομοούσιον,
πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων.
Αμήν.ΠΗΓΗ www.agiosdimitrioskouvarasblogspot.com

Τρίτη 15 Νοεμβρίου 2016

100άρι κομποσχοῖνι στήν Παναγία Ἕνα 100άρι κομποσχοῖνι στήν Παναγία - Ἐπίκλησις τοῦ παντίμου Θεομητορικοῦ Ὀνόματος καί 100 θαυματουργῶν Εἰκόνων τῆς Παναγίας μας Ἑλλάδος καί Ἁγίου Ὄρους Ἄθω (σειρά κατ’ ἀλφάβητον)

100άρι κομποσχοῖνι στήν Παναγία


Ἕνα 100άρι κομποσχοῖνι στήν Παναγία - Ἐπίκλησις τοῦ παντίμου Θεομητορικοῦ Ὀνόματος καί 100 θαυματουργῶν Εἰκόνων τῆς Παναγίας μας Ἑλλάδος καί Ἁγίου Ὄρους Ἄθω (σειρά κατ’ ἀλφάβητον)
1. Ὑπεραγία Θεοτόκε, Ἀγγέλων Κυρία, σῶσον ἡμᾶς.

2. Ὑπεραγία Θεοτόκε, Ἁγία Σκέπη, σῶσον ἡμᾶς.

3. Ὑπεραγία Θεοτόκε, Ἁγιασσιώτισσα, σῶσον ἡμᾶς.

4. Ὑπεραγία Θεοτόκε, Ἁγιοσωτήρισσα, σῶσον ἡμᾶς.

5. Ὑπεραγία Θεοτόκε, Ἁγνιώτισσα, σῶσον ἡμᾶς.
6. Ὑπεραγία Θεοτόκε, Ἀκάθιστε Ὕμνε, σῶσον ἡμᾶς.

7. Ὑπεραγία Θεοτόκε, Ἄμπελε Ἀληθινή, σῶσον ἡμᾶς.

8. Ὑπεραγία Θεοτόκε, Ἀναζητήτρια, σῶσον ἡμᾶς.

9. Ὑπεραγία Θεοτόκε, Ἀντιφωνήτρια, σῶσον ἡμᾶς.

10. Ὑπεραγία Θεοτόκε, Ἄξιον Ἐστι, σῶσον ἡμᾶς.

11. Ὑπεραγία Θεοτόκε, Ἀρβανίτισσα, σῶσον ἡμᾶς.

12. Ὑπεραγία Θεοτόκε, Βαρνάκοβα, σῶσον ἡμᾶς.

13. Ὑπεραγία Θεοτόκε, Βασιλεύουσσα, σῶσον ἡμᾶς.

14. Ὑπεραγία Θεοτόκε, Βηθλεεμίτισσα, σῶσον ἡμᾶς.

15. Ὑπεραγία Θεοτόκε, Βηματάρισσα, σῶσον ἡμᾶς.

16. Ὑπεραγία Θεοτόκε, Βλαχερνίτισσα, σῶσον ἡμᾶς.

17. Ὑπεραγία Θεοτόκε, Βοήθεια, σῶσον ἡμᾶς.

18. Ὑπεραγία Θεοτόκε, Βουλκανιώτισσα, σῶσον ἡμᾶς.

19. Ὑπεραγία Θεοτόκε, Γαλακτοτροφοῦσσα, σῶσον ἡμᾶς.

20. Ὑπεραγία Θεοτόκε, Γερόντισσα, σῶσον ἡμᾶς.

21. Ὑπεραγία Θεοτόκε, Γηροκομίτισσα, σῶσον ἡμᾶς.

22. Ὑπεραγία Θεοτόκε, Γιάτρισσα, σῶσον ἡμᾶς.

23. Ὑπεραγία Θεοτόκε, Γλυκοφιλοῦσσα, σῶσον ἡμᾶς.

24. Ὑπεραγία Θεοτόκε, Γοργοϋπήκοε, σῶσον ἡμᾶς.

25. Ὑπεραγία Θεοτόκε, Γρηγοροῦσα, σῶσον ἡμᾶς.

26. Ὑπεραγία Θεοτόκε, Δακρύουσσα, σῶσον ἡμᾶς.

27. Ὑπεραγία Θεοτόκε, Δαμάστα, σῶσον ἡμᾶς.

28. Ὑπεραγία Θεοτόκε, Δεμερλιώτισσα, σῶσον ἡμᾶς.

29. Ὑπεραγία Θεοτόκε, Διασώζουσσα, σῶσον ἡμᾶς.

30. Ὑπεραγία Θεοτόκε, Ἐθνοφρουροῦσσα, σῶσον ἡμᾶς.

31. Ὑπεραγία Θεοτόκε, Εἰκονίστρια, σῶσον ἡμᾶς.

32. Ὑπεραγία Θεοτόκε, Εἰκοσιφοίνισσα, σῶσον ἡμᾶς.

33. Ὑπεραγία Θεοτόκε, Ἐλαιοβρύτισσα, σῶσον ἡμᾶς.

34. Ὑπεραγία Θεοτόκε, Ἐλεοῦσα, σῶσον ἡμᾶς.

35. Ὑπεραγία Θεοτόκε, Ἐλευθερώτρια, σῶσον ἡμᾶς.

36. Ὑπεραγία Θεοτόκε, Ἔλωνα, σῶσον ἡμᾶς.

37. Ὑπεραγία Θεοτόκε, Ἐσφαγμένη, σῶσον ἡμᾶς.

38. Ὑπεραγία Θεοτόκε, Εὐαγγελίστρια, σῶσον ἡμᾶς.

39. Ὑπεραγία Θεοτόκε, Ζιδανιώτισσα, σῶσον ἡμᾶς.

40. Ὑπεραγία Θεοτόκε, Ζωοδόχε Πηγή, σῶσον ἡμᾶς.

41. Ὑπεραγία Θεοτόκε, Θαλασσομαχοῦσσα, σῶσον ἡμᾶς.

42. Ὑπεραγία Θεοτόκε, Θεία Ἀγάπη, σῶσον ἡμᾶς.

43. Ὑπεραγία Θεοτόκε, Θεοσκέπαστη, σῶσον ἡμᾶς.

44. Ὑπεραγία Θεοτόκε, Θεογεννήτρια, σῶσον ἡμᾶς.

45. Ὑπεραγία Θεοτόκε, Θλιβομένων Χαρά, σῶσον ἡμᾶς.

46. Ὑπεραγία Θεοτόκε, Ἱεροσολυμίτισσα, σῶσον ἡμᾶς.

47. Ὑπεραγία Θεοτόκε, Καλυβιανή, σῶσον ἡμᾶς.

48. Ὑπεραγία Θεοτόκε, Καμαριώτισσα, σῶσον ἡμᾶς.

49. Ὑπεραγία Θεοτόκε, Κανάλα, σῶσον ἡμᾶς.

50. Ὑπεραγία Θεοτόκε, Καρδιώτισσα, σῶσον ἡμᾶς.

51. Ὑπεραγία Θεοτόκε, Καστριώτισσα, σῶσον ἡμᾶς.

52. Ὑπεραγία Θεοτόκε, Κεχαριτωμένη, σῶσον ἡμᾶς.

53. Ὑπεραγία Θεοτόκε, Κεχροβουνιώτισσα, σῶσον ἡμᾶς.

54. Ὑπεραγία Θεοτόκε, Κορυφιώτισσα, σῶσον ἡμᾶς.

55. Ὑπεραγία Θεοτόκε, Κουκουζέλισσα, σῶσον ἡμᾶς.

56. Ὑπεραγία Θεοτόκε, Κρανιώτισσα, σῶσον ἡμᾶς.

57. Ὑπεραγία Θεοτόκε, Κυκκώτισσα, σῶσον ἡμᾶς.

58. Ὑπεραγία Θεοτόκε, Κυρία τῶν Ξένων, σῶσον ἡμᾶς.

59. Ὑπεραγία Θεοτόκε, Λαυρεώτισσα, σῶσον ἡμᾶς.

60. Ὑπεραγία Θεοτόκε, Λομποβίτισσα, σῶσον ἡμᾶς.

61. Ὑπεραγία Θεοτόκε, Λεχωβίτισσα, σῶσον ἡμᾶς.

62. Ὑπεραγία Θεοτόκε, Μελεβῆ, σῶσον ἡμᾶς.

63. Ὑπεραγία Θεοτόκε, Μαχαιριώτισσα, σῶσον ἡμᾶς.

64. Ὑπεραγία Θεοτόκε, Μεγαλοσπηλιώτισσα, σῶσον ἡμᾶς.

65. Ὑπεραγία Θεοτόκε, Μικροκαστρίτισσα, σῶσον ἡμᾶς.

66. Ὑπεραγία Θεοτόκε, Μυριοκεφαλίτισσα, σῶσον ἡμᾶς.

67. Ὑπεραγία Θεοτόκε, Μυροβλύτισσα, σῶσον ἡμᾶς.

68. Ὑπεραγία Θεοτόκε, Μυρτιδιώτισσα, σῶσον ἡμᾶς.

69. Ὑπεραγία Θεοτόκε, Ναυπακτιώτισσα, σῶσον ἡμᾶς.

70. Ὑπεραγία Θεοτόκε, Νεαμονίτισσα, σῶσον ἡμᾶς.

71. Ὑπεραγία Θεοτόκε, Νησιανή, σῶσον ἡμᾶς.

72. Ὑπεραγία Θεοτόκε, Ξενιᾶ, σῶσον ἡμᾶς.

73. Ὑπεραγία Θεοτόκε, Ὁδηγήτρια, σῶσον ἡμᾶς.

74. Ὑπεραγία Θεοτόκε, Παντάνασσα, σῶσον ἡμᾶς.

75. Ὑπεραγία Θεοτόκε, Πάντων Χαρά, σῶσον ἡμᾶς.

76. Ὑπεραγία Θεοτόκε, Παραμυθία, σῶσον ἡμᾶς.

77. Ὑπεραγία Θεοτόκε, Παντοβασίλισσα, σῶσον ἡμᾶς.

78. Ὑπεραγία Θεοτόκε, Πορταΐτισσα, σῶσον ἡμᾶς.

79. Ὑπεραγία Θεοτόκε, Προυσιώτισσα, σῶσον ἡμᾶς.

80. Ὑπεραγία Θεοτόκε, Ρόδον Ἀμάραντον, σῶσον ἡμᾶς.

81. Ὑπεραγία Θεοτόκε, Σαλαμιώτισσα, σῶσον ἡμᾶς.

82. Ὑπεραγία Θεοτόκε, Σινασσίτισσα, σῶσον ἡμᾶς.

83. Ὑπεραγία Θεοτόκε, Σιτοδότρια, σῶσον ἡμᾶς.

84. Ὑπεραγία Θεοτόκε, Σκιαδενῆ, σῶσον ἡμᾶς.

85. Ὑπεραγία Θεοτόκε, Σκοπιώτισσα, σῶσον ἡμᾶς.

86. Ὑπεραγία Θεοτόκε, Σουμελᾶ, σῶσον ἡμᾶς.

87. Ὑπεραγία Θεοτόκε, Τατάρνα, σῶσον ἡμᾶς.

88. Ὑπεραγία Θεοτόκε, Τουρλιανῆ, σῶσον ἡμᾶς.

89. Ὑπεραγία Θεοτόκε, Τρικουκιώτισσα, σῶσον ἡμᾶς.

90. Ὑπεραγία Θεοτόκε, Τριχεροῦσσα, σῶσον ἡμᾶς.

91. Ὑπεραγία Θεοτόκε, Τροοδίτισσα, σῶσον ἡμᾶς.

92. Ὑπεραγία Θεοτόκε, Τρυπητή, σῶσον ἡμᾶς.

93. Ὑπεραγία Θεοτόκε, Φανερωμένη, σῶσον ἡμᾶς.

94. Ὑπεραγία Θεοτόκε, Φιλέρημε, σῶσον ἡμᾶς.

95. Ὑπεραγία Θεοτόκε, Φοβερά Προστασία, σῶσον ἡμᾶς.

96. Ὑπεραγία Θεοτόκε, Χοζοβιώτισσα, σῶσον ἡμᾶς.

97. Ὑπεραγία Θεοτόκε, Χρυσαφίτισσα, σῶσον ἡμᾶς.

98. Ὑπεραγία Θεοτόκε, Χρυσολεόντισσα, σῶσον ἡμᾶς.

99. Ὑπεραγία Θεοτόκε, Χρυσοσκαλίτισσα, σῶσον ἡμᾶς.

100. Ὑπεραγία Θεοτόκε, Χρυσοπηγή, σῶσον ἡμᾶς.

ΠΗΓΗ www.agiosdimitrioskouvarasblogspot.com 

Δευτέρα 14 Νοεμβρίου 2016

Προσευχή στην Παναγία Στην Αμόλυντη Δέξαι, Δέσποινα, ταχέως τας θερμάς μου ικεσίας, και προσάγαγε Κυρίω, Κόρη, Μήτηρ του Θεού μου. Σκέδασον δε τας ενέδρας και το θράσος του εχθρού μου, και της υψηλής σου δείξον αξιόν με προστασίας, λύσον συ τας περιστάσεις των εις Σε καταφευγόντων, αποδίωξον τα στίφη των εμέ καταθλιβόντων. Συ αφόπλισον, Παρθένε, δυσμενείς μοι πολεμίους και αλάστορας εχθρούς μου, επιβούλους και δολίους. Την κατώδυνον ψυχήν μου εκ πληγών και εκ τραυμάτων δια Σων, αγνή Παρθένε, ανωδύνων ιαμάτων, σπέυσον ίασαι και σώσον και εκ των αρωστημάτων, των πολυωδύνων νόσων και παθών μου ανιάτων. ΠΗΓΗ www.agiodimitrioskouvarasblogspot.com

Προσευχή στην Παναγία Στην Αμόλυντη


 
Δέξαι, Δέσποινα, ταχέως τας θερμάς μου ικεσίας,
και προσάγαγε Κυρίω, Κόρη, Μήτηρ του Θεού μου.
Σκέδασον δε τας ενέδρας και το θράσος του εχθρού μου,
και της υψηλής σου δείξον αξιόν με προστασίας,
λύσον συ τας περιστάσεις των εις Σε καταφευγόντων,
αποδίωξον τα στίφη των εμέ καταθλιβόντων.
Συ αφόπλισον, Παρθένε, δυσμενείς μοι πολεμίους
και αλάστορας εχθρούς μου, επιβούλους και δολίους.
Την κατώδυνον ψυχήν μου εκ πληγών και εκ τραυμάτων
δια Σων, αγνή Παρθένε, ανωδύνων ιαμάτων,
σπέυσον ίασαι και σώσον και εκ των αρωστημάτων,
των πολυωδύνων νόσων και παθών μου ανιάτων.
ΠΗΓΗ www.agiodimitrioskouvarasblogspot.com 

Τετάρτη 2 Νοεμβρίου 2016

Καταφυγή στα προβλήματα

Καταφυγή στα προβλήματα


Μιλώ στη Γλυκοφιλούσα,όταν μου λείπει η αγάπη των δικών μου!
Παρακαλώ την Οδηγήτρια, για να μην χάσω τον δρόμο μου!
Κλαίω μπροστά στην Παυσολύπη, όταν ο ουρανός μου είναι μάυρο!
Δέομαι στην Γοργουπήκοο, γιατί το πρόβλημα »δεν παίρνει»άλλο!
Γονατίζω στην Παραμυθία, όταν οι λύπες είναι αβάσταχτες και πολλές!
Χαμογελώντας παρακαλώ την Πάντων Χαρά, όταν η χαρά μου είναι μακρινό όνειρο!

Κοκκινίζοντας εκλιπαρώ το Ρόδον το Αμάραντο, για την χαμένη μου ντροπή!
Κι αν η μάνδρα της ψυχής μου απειληθεί,κρούω στην Πορταίτισσα!
Δοξολογώντας τον Κύριο, ψάλλω μπροστά στο Άξιον Εστί!
Ευχαριστώντας τον Θεό για όσα μου έδωσε, ζητώ από την Παναγία Δεξιά να του το πει!
Κι όταν θέλω το »χάδι»του Θεού μου,»κλείνω το μάτι» στην Μεσίτρια
Αλλ’οταν δεν αντέχω τον θρήνο των αδελφών, ζητώ από την Θρηνωδούσα να κλαύσω μαζί της!
Κι όσες φορές ως άλλοι »Φιλισταίοι» εχθρικά σύννεφα πυκνώνουν στον ουρανό της πατρίδας μου, ικετεύω την Αγία Σκέπη
Κι ως μάνα του κόσμου όλου Βρεφοκρατούσα, Σε ικετεύω για τις μάνες!
Πηγή: Το Zωντανό Iστολόγιο

Τρίτη 25 Οκτωβρίου 2016

Προς τη Θεοτόκο Κυρία Θεοτόκε, Μάνα τοῦ κόσμου, Κυρία τῶν ἀγγέλων! Σίγουρα «ἀδυνατεῖ γλώσσα τῶν βροτῶν» νά Σέ ὑμνήσει καί νά ἐννοήσει τό μεγαλεῖο Σου. Δέξου τή δέησή μας ὡς προερχόμενη ἀπό παιδιά ἀδύνατα, ἁμαρτωλά καί ἐπιπόλαια: Δῶσε μας λίγο ἀπό τό Φῶς Σου. Κάνε μας νά κατανοήσουμε τήν εὐεργεσία τοῦ Υἱοῦ Σου. Προστάτευσε τήν ψυχή καί τό σῶμα μας ἀπό ὁρατούς καί ἀοράτους ἐχθρούς. «Πάλιν καί πολλάκις» δέξε μας μετανοοῦντας καί ἐπιθυμοῦντας τήν ἀλλαγή μας. Σκέπε, φύλαττε καί διάσωσε τόν κόσμο Σου. Παρηγόρησε τούς κοπιῶντας καί πεφορτισμένους τῆς ζωῆς. Τήν ὥρα τῆς μετάβασής μας ἀπό τόν κόσμο αὐτό, ἔλα καί ὁδήγησέ μας στόν Υἱό Σου καί Θεόν ἡμῶν, γιά νά ζήσουμε αἰώνια τήν οὐράνια Βασιλεία Του «σύν πᾶσι τοῖς ἁγίοις». Ἀμήν! π. Ανδρέας Αγαθοκλέους Πηγη: Ησυχαστήριο Αγίας Τριάδος

Προς τη Θεοτόκο

Κυρία Θεοτόκε, Μάνα τοῦ κόσμου, Κυρία τῶν ἀγγέλων! Σίγουρα «ἀδυνατεῖ γλώσσα τῶν βροτῶν» νά Σέ ὑμνήσει καί νά ἐννοήσει τό μεγαλεῖο Σου. Δέξου τή δέησή μας ὡς προερχόμενη ἀπό παιδιά ἀδύνατα, ἁμαρτωλά καί ἐπιπόλαια:
  • Δῶσε μας λίγο ἀπό τό Φῶς Σου.
  • Κάνε μας νά κατανοήσουμε τήν εὐεργεσία τοῦ Υἱοῦ Σου.
  • Προστάτευσε τήν ψυχή καί τό σῶμα μας ἀπό ὁρατούς καί ἀοράτους ἐχθρούς.
  • «Πάλιν καί πολλάκις» δέξε μας μετανοοῦντας καί ἐπιθυμοῦντας τήν ἀλλαγή μας.
  • Σκέπε, φύλαττε καί διάσωσε τόν κόσμο Σου.
  • Παρηγόρησε τούς κοπιῶντας καί πεφορτισμένους τῆς ζωῆς.
  • Τήν ὥρα τῆς μετάβασής μας ἀπό τόν κόσμο αὐτό, ἔλα καί ὁδήγησέ μας στόν Υἱό Σου καί Θεόν ἡμῶν, γιά νά ζήσουμε αἰώνια τήν οὐράνια Βασιλεία Του «σύν πᾶσι τοῖς ἁγίοις». Ἀμήν!
π. Ανδρέας Αγαθοκλέους
Πηγη: Ησυχαστήριο Αγίας Τριάδος

Δευτέρα 12 Σεπτεμβρίου 2016

Παναγιά μου... Δεν Σου ζητώ Παναγιά μου Να σηκώσεις κανένα βάρος Από τους ώμους μου... Σου ζητώ μονάχα να με στηρίξεις Και να με κρατήσεις γερά Να μην λυγίσω Υπό το όποιο βάρος αποφασίσει Ο Υιός Σου να εναποθέσει στους ώμους μου... Και να με αφήσεις να Σε κρατώ Απ΄ Τον Άγιο Χιτώνα Σου. Σαν το μικρό παιδί τη μάνα του Μήπως και χάσει το δρόμο... Για να παραμείνω κι΄ εγώ κοντά Σου Σαν το μικρό παιδί Που επιζητεί τη μητρική προστασία Υπό την Άγια Σκέπη Σου Σε όλη την πορεία της ζωής μου. Αμήν. www.agiosdimitrioskouvarasblogspot.com

Παναγιά μου...


Δεν Σου ζητώ Παναγιά μου
Να σηκώσεις κανένα βάρος
Από τους ώμους μου...
Σου ζητώ μονάχα να με στηρίξεις
Και να με κρατήσεις γερά
Να μην λυγίσω

Υπό το όποιο βάρος αποφασίσει

Ο Υιός Σου να εναποθέσει στους ώμους μου... Και να με αφήσεις να Σε κρατώ
Απ΄ Τον Άγιο Χιτώνα Σου.

Σαν το μικρό παιδί τη μάνα του
Μήπως και χάσει το δρόμο...
Για να παραμείνω κι΄ εγώ κοντά Σου
Σαν το μικρό παιδί
Που επιζητεί τη μητρική προστασία
Υπό την Άγια Σκέπη Σου

Σε όλη την πορεία της ζωής μου.
Αμήν.ΠΗΓΗ  www.agiosdimitrioskouvarasblogspot.com

Τετάρτη 8 Ιουνίου 2016

Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον Άγιος Γρηγόριος ο Παλαμάς Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.

Εὐχὴ ἐξομολογητικὴ εἰς τὴν ὑπεραγίαν Θεοτόκον



Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Θεὸν Λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδὲ ἄξιον ἐμὲ τὸν οὕτω πανάσωτον εἰκόνα καθαρὰν σοῦ τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σοῦ τῆς σῶμα καὶ ψυχὴν ἐχούσης καθαρὰ καὶ ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καὶ χείλεσιν ἀκαθάρτοις καὶ βεβήλοις περιπτύσσεσθαι, ἢ παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμὲ τὸν οὕτω πανάσωτον ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι καὶ βδελύττεσθαι· πλήν, ἐπειδήπερ διὰ τοῦτο γέγονεν ὁ Θεός, ὃν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, θαρρῶν κἀγὼ προσέρχομαί σοι μετὰ δακρύων δεόμενος.

Δέξαι μου τὴν παροῦσαν τῶν πολλῶν καὶ χαλεπῶν πταισμάτων ἐξομολόγησιν, καὶ προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καὶ Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως ἵλεως γένηται τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ μου ψυχῇ· διὰ γὰρ τὸ πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι τοῦ πρὸς αὐτὸν ἀτενίσαι καὶ αἰτῆσαι συγχώρησιν. Διὰ τοῦτο σὲ προβάλλομαι πρέσβυν τε καὶ μεσῖτιν, διότι πολλῶν καὶ μεγάλων ἀπολαύσας δωρεῶν παρὰ τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων πάντων φανεὶς ὁ ἄθλιος καὶ ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσιν, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος, κατακρινόμενος ὑπὸ Θεοῦ, θρηνούμενος ὑπὸ Ἀγγέλων, γελώμενος ὑπὸ δαιμόνων, μισούμενος παρὰ ἀνθρώπων, ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος, ὑπὸ τῶν πονηρῶν μου πράξεων καταισχυνόμενος, καὶ πρὸ θανάτου νεκρὸς ὑπάρχων, καὶ πρὸ τῆς κρίσεως αὐτοκατάκριτος ὤν, καὶ πρὸ τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος ὑπὸ τῆς ἀπογνώσεως τυγχάνων. Διὸ δὴ εἰς τὴν σὴν καὶ μόνην καταφεύγω θερμοτάτην ἀντίληψιν, Δέσποινα Θεοτόκε, ὁ τῶν μυρίων ὀφειλέτης ταλάντων ἐγώ, ὁ ἀσώτως δαπανήσας τὴν πατρικὴν οὐσίαν μετὰ πορνῶν, ὁ πορνεύσας ὑπὲρ τὴν πόρνην, ὁ παρανομήσας ὑπὲρ τὸν Μανασσῆν, ὁ ὑπὲρ τὸν πλούσιον ἄσπλαγχνος γεγονώς, ὁ λαιμαργιῶν δοῦλος, τὸ τῶν πονηρῶν λογισμῶν δοχεῖον, ὁ τῶν αἰσχρῶν καὶ ῥυπαρῶν λόγων θησαυροφύλαξ, ὁ πάσης ἀκαθαρσίας ἔμπλεως καὶ πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.

Ἐλέησόν μου τὴν ταπείνωσιν, οἰκτείρησόν μου τὴν ἀσθένειαν. Μεγάλην ἔχεις πρὸς τὸν ἐκ σοῦ τεχθέντα τὴν παρρησίαν, ὡς οὐδεὶς ἕτερος. Πάντα δύνασαι, ὡς Θεοῦ Μήτηρ. Πάντα ἰσχύεις, ὡς πάντων ὑπερέχουσα κτισμάτων. Οὐδέν σοι ἀδυνατεῖ, ἐὰν θελήσῃς μόνον. Μὴ τὰ δάκρυά μου παρίδῃς· μὴ βδελύξῃ μου τὸν στεναγμόν· μὴ ἀπώσῃ μου τὸν ἐγκάρδιον πόνον· μὴ καταισχύνῃς μου τὴν εἰς σὲ προσδοκίαν· ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι τὴν τοῦ ἀγαθοῦ Υἱοῦ καὶ Θεοῦ σου ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλόν σου τὸ πρῶτον καὶ ἀρχαῖον ἐπαναλαβεῖν κάλλος τῆς ψυχῆς, τὴν τῶν παθῶν ἀμορφίαν ἀποβαλεῖν, ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, δουλωθῆναι τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τὸν μιασμὸν τῆς σαρκικῆς ἡδονῆς, ἐνδύσασθαι τὸν ἁγιασμὸν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ, ζῆσαι τῇ ἀρετῇ· ὁδοιποροῦντί μοι συνοδεύουσα, ἐν θαλάσσῃ πλέοντι συμπλέουσα, ἀεὶ πολεμοῦντάς με δαίμονας νικῶσα, ἀγρυπνοῦντά με ἐνισχύουσα, ὑπνοῦντα διαφυλάττουσα, θλιβόμενον παραμυθουμένη, ὀλιγοψυχοῦντα παρακαλοῦσα, ἀσθενοῦντα ῥωννύουσα, ἀδικούμενον ῥυομένη, συκοφαντούμενον ἀθωοῦσα, εἰς θάνατον κινδυνεύοντα συντόμως προφθάνουσα, φοβερόν με ὁρατοῖς ἐχθροῖς καὶ ἀοράτοις δεικνύουσα καθ᾿ ἑκάστην, ἵνα γνώσωσι πάντες οἱ ἀδίκως τυραννοῦντές με δαίμονες τίνος δοῦλος ὑπάρχω.
Ναί, ὑπεραγία μου Δέσποινα Θεοτόκε, ἐπάκουσόν μου τῆς οἰκτροτάτης ταύτης δεήσεως, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Τὸν βρασμὸν τῆς σαρκός μου κατάσβεσον· τὸν ἐν τῇ ψυχῇ μου ἐγειρόμενον ἀγριώτατον κλύδωνα τοῦ ἀκαίρου θυμοῦ καταπράϋνον· τὸν τῦφον καὶ τὴν ἀλαζονείαν τῆς ματαίας νεότητος ἐκ τοῦ νοός μου ἀφάνισον· τὰς νυκτερινὰς φαντασίας τῶν πονηρῶν πνευμάτων καὶ τὰς καθημερινὰς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολὰς ἐκ τῆς καρδίας μου μείωσον· παίδευσόν μου τὴν γλῶτταν λαλεῖν τὰ συμφέροντα· δίδαξον τοὺς ὀφθαλμούς μου τοῦ βλέπειν ὀρθῶς τῆς ἀρετῆς τὴν εὐθύτητα· τοὺς πόδας μου τρέχειν ἀσκελίστως ποίησον τὴν μακαρίαν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ· τὰς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρωνται πρὸς τὸν Ὕψιστον· κάθαρόν μου τὸ στόμα, ἵνα μετὰ παρρησίας ἐπικαλέσωμαι Πατέρα τὸν φοβερὸν Θεὸν καὶ πανάγιον. Ἄνοιξόν μου τὰ ὦτα, ἵνα ἀκούσω αἰσθητῶς καὶ νοερῶς τὰ γλυκύτερα μέλιτος καὶ κηρίου τῶν ἁγίων Γραφῶν λόγια· δεχόμενος ποιῶ αὐτὰ ὑπὸ σοῦ κραταιούμενος.

Δός μοι καιρὸν μετανοίας καὶ λογισμὸν ἐπιστροφῆς. Αἰφνιδίου με ἐλευθέρωσον θανάτου. Κατακεκριμένου με συνειδότος ἀπάλλαξον. Τέλος παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ταπεινῆς μου ψυχῆς ἐκ τοῦ ἀθλίου τούτου σώματος, τὴν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τὸν ἀνέκφραστον ἐκεῖνον ἐπικουφίζουσα πόνον, τὴν ἀπαραμύθητον ἐκείνην παραμυθουμένη στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς, τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καὶ τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα, τὰ χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσουσα, τῷ Θεῷ με οἰκειοῦσα, τῆς ἐκ δεξιῶν αὐτοῦ καὶ μακαρίας στάσεως, τῆς ἐν τῷ φοβερῷ κριτηρίῳ, καταξιοῦσα, τῶν αἰωνίων καὶ ἀνυποίστων ῥυομένη κολάσεων, τῶν ἀοιδίμων καὶ ἀκηράτων ἀγαθῶν ποιοῦσα κληρονόμον.

Ταύτην σοι προσφέρω τὴν ἐξομολόγησιν, Δέσποινα Θεοτόκε, τὸ φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, ἡ παραμυθία ἐμῆς ψυχῆς, ἡ μετὰ Θεόν μου ἐλπὶς καὶ προστασία· ἣν εὐμενῶς πρόσδεξαι, καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἀξιοῦσά με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετέχειν τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Υἱοῦ καὶ Θεοῦ σου, ἐν τῷ μέλλοντι δὲ τῆς γλυκύτητος τοῦ οὐρανίου δείπνου, τῆς τρυφῆς τοῦ παραδείσου, τῆς βασιλείας τοῦ Θεοῦ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Καὶ τούτων τυχὼν τῶν ἀγαθῶν ὁ ἀνάξιος, δοξάσω εἰς αἰῶνα αἰῶνος τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Υἱοῦ καὶ Θεοῦ σου, τοῦ δεχομένου πάντας τοὺς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διὰ τὸ σὲ γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσῖτιν καὶ ἐγγυήτριαν, καὶ διὰ σοῦ, πανύμνητε καὶ ὑπεράγαθε Δέσποινα, περισῴζεται πᾶσα βροτεῖα φύσις, αἰνοῦσα καὶ εὐλογοῦσα Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὴν παναγίαν Τριάδα καὶ ὁμοούσιον, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πηγή: Ιερός Ναός Αγίου Γεωργίου Θηβών

Δευτέρα 30 Μαΐου 2016

Για την Παναγία... Παναγία Δέσποινα Θεοτόκε, η μόνη καθαρωτάτη ψυχή τε και σώματι, η μόνη κατοικητήριον όλη γενομένη της όλης χάριτος του Παναγίου Πνεύματος, καντεύθεν και αυτάς τας αύλους και αγγελικάς Δυνάμεις ασυγκρίτως υπερβάσα τη καθαρότητι και τω αγιασμώ της ψυχής και του σώματος. Έπιδε επ’ εμέ τον εναγή και ακάθαρτον και ρερυπωμένον και ψυχήν και σώμα τω μολυσμώ της εμπαθούς και ενηδόνου ζωής μου.

Για την Παναγία...

Παναγία Δέσποινα Θεοτόκε, η μόνη καθαρωτάτη ψυχή τε και σώματι, η μόνη κατοικητήριον όλη γενομένη της όλης χάριτος του Παναγίου Πνεύματος, καντεύθεν και αυτάς τας αύλους και αγγελικάς Δυνάμεις ασυγκρίτως υπερβάσα τη καθαρότητι και τω αγιασμώ της ψυχής και του σώματος.
Έπιδε επ’ εμέ τον εναγή και ακάθαρτον και ρερυπωμένον και ψυχήν και σώμα τω μολυσμώ της εμπαθούς και ενηδόνου ζωής μου.
Κάθαρόν μου την εμπαθή διάνοιαν και άγνισον διόρθωσόν μου τους πεπλανημένους και τετυφλωμένους λογισμούς ρύθμισον και παιδαγώγησόν μου τας αισθήσεις, ελευθέρωσόν με της τυραννούσης κακίας και αισχράς συνηθείας των ακαθάρτων προλήψεων και παθών.
 
Στήσόν μου πάσαν την κατ’ ενέργειαν αμαρτίαν και δώρησαί μοι νήψιν και διάκρισιν τω εσκοτισμένω και ταλαιπώρω νοϊ προς διόρθωσιν των οικείων σφαλμάτων τε και πτωμάτων, ίνα του σκότους της αμαρτίας απαλλαγείς, καταξιωθώ δοξάζειν και ανυμνείν εν παρρησία, σε την μόνην αληθινήν Μητέρα του αληθινού φωτός, Χριστού του Θεού ημών.

Τετάρτη 25 Μαΐου 2016

Όταν μας κυριεύει αθυμία και μελαγχολία «Μακαρίζομέν σε πάσαι αι γενεαί, Θεοτόκε Παρθένε· εν σοι γαρ ο αχώρητος Χριστός ο Θεός ημών χωρηθήναι ηυδόκησε. Μακάριοι έσμεν και ημείς προστασίαν σε έχοντες· ημέρας γαρ και νυκτός πρεσβεύεις υπέρ ημών και τα σκήπτρα της βασιλείας ταις σαις ικεσίαις κρατύνονταν διό ανυμνούντες βοώμέν σοι· Χαίρε κεχαριτωμένη, ο Κύριος μετά σου». «Σε το απόρθητον τείχος, το της σωτηρίας οχύρωμα, Θεοτόκε Παρθένε, ικετεύομεν τας των εναντίων βουλάς διασκέδασον του λαού σου την λύπην εις χαράν μετάβαλε· υπέρ ειρήνης του κόσμου πρέ­σβευε· ότι συ ει, Θεοτόκε, η ελπίς ημών». Πηγή: Χριστιανός Ορθόδοξος

Όταν μας κυριεύει αθυμία και μελαγχολία


«Μακαρίζομέν σε πάσαι αι γενεαί, Θεοτόκε Παρθένε· εν σοι γαρ ο αχώρητος Χριστός ο Θεός ημών χωρηθήναι ηυδόκησε. Μακάριοι έσμεν και ημείς προστασίαν σε έχοντες· ημέρας γαρ και νυκτός πρεσβεύεις υπέρ ημών και τα σκήπτρα της βασιλείας ταις σαις ικεσίαις κρατύνονταν διό ανυμνούντες βοώμέν σοι· Χαίρε κεχαριτωμένη, ο Κύριος μετά σου».
«Σε το απόρθητον τείχος, το της σωτηρίας οχύρωμα, Θεοτόκε Παρθένε, ικετεύομεν τας των εναντίων βουλάς διασκέδασον του λαού σου την λύπην εις χαράν μετάβαλε· υπέρ ειρήνης του κόσμου πρέ­σβευε· ότι συ ει, Θεοτόκε, η ελπίς ημών».
Πηγή: Χριστιανός Ορθόδοξος

Παρασκευή 20 Μαΐου 2016

Εις την Υπεραγίαν Θεοτόκον καθ' εκάστην ημέραν Ω ευλογημένη Μητέρα του Θεού, αγαλλιάται η καρδία του λαού σου, και πολλά χαίρεται, ότι σε έκλεξεν ο Υιός και Λόγος του Θεού να τον γεννήσης, και να τον αναθρέψης. Ευφραίνομαι και εγώ ο ανάξιος δούλος σου, ότι έλαβες από τον Θεόν περισσότερον χάριν, και δόξαν μοναχή σου, παρά όλους τους Αγίους και τους Αγγέλους, όσοι είναι εις τον ουρανόν.

Εις την Υπεραγίαν Θεοτόκον καθ' εκάστην ημέραν


Ω ευλογημένη Μητέρα του Θεού, αγαλλιάται η καρδία του λαού σου, και πολλά χαίρεται, ότι σε έκλεξεν ο Υιός και Λόγος του Θεού να τον γεννήσης, και να τον αναθρέψης. Ευφραίνομαι και εγώ ο ανάξιος δούλος σου, ότι έλαβες από τον Θεόν περισσότερον χάριν, και δόξαν μοναχή σου, παρά όλους τους Αγίους και τους Αγγέλους, όσοι είναι εις τον ουρανόν. Χαίρε και συ λοιπόν χαριτωμένη Μαρία, Δέσποινά μου βασίλισσα του κόσμου, ήλιε της αγιωσύνης, παράδειγμα της αρετής, σκέπη των αμαρτωλών, καταφυγή και τόπος απόκρυφος των διωγμένων. Ω ευλογημένη Μητέρα του Θεού μου, έμπροσθέν σου με ταπεινήν καρδίαν έρχομαι εγώ ο πτωχός και αμαρτωλός δια να ομιλήσης προς τον Υιόν σου δια λόγου μου, και να του ζητήσης συμπάθειαν δια τα κρίματά μου, και να με δυναμώσης να τα σχολάσω, και να μοι δώσης χάριν εις τα καλά έργα, οπού χρειάζομαι να κάμω. Παρακάλεσε, ω Μητέρα της ελεημοσύνης, τον ελεήμονα Θεόν δια λόγου μου, και δια όλον τον κόσμον' κάμε να περάσω τούτην την ημέραν, και όλας τας ημέρας της ζωής μου, χωρίς πταίσιμον, εις δόξαν Θεού και εδικήν μου, επειδή είμαι αποφασισμένος να αποθάνω κάλλιον παρά να σας πταίσω παραμικρόν, μη θέλωντας να κάμω άλλο από την σήμερον, παρά το άγιόν σας θέλημα εις όλην μου την ζωήν. Δια τούτο σας παραδίδω όλο τον εμαυτόν μου, τον νουν μου, την καρδίαν μου, το στόμα μου, και όλα μου τα μέλη δια να μη με αφήσετε να λογιάσω, ουδέ να επιθυμήσω, ουδέ να ειπώ, ουδέ να κάμω κανένα πράγμα, οπού να μην είναι κατά το θέλημά σας, και εις δόξαν και χαράν εδικήν σας.
Αμήν. ΠΗΓΗ www.agiosdimitrioskouvaras.blogspot.com

Τετάρτη 18 Μαΐου 2016

Τρόπος προσευχής διά μέσου της Υπεραγίας Θεοτόκου Μαρίας Άγιος Νικόδημος ο Αγιορείτης Έχεις και άλλον τρόπο, αγαπητέ, να μελετάς και να προσεύχεσαι δια μέσου της Αγίας Θεοτόκου, στρέφοντας το νου σου α΄) στον ουράνιο Πατέρα, β΄) στον Γλυκύτατο Ιησού, γ΄) και τελευταίο, σ’ αυτήν την ενδοξότατη Μητέρα του.

Τρόπος προσευχής διά μέσου της Υπεραγίας Θεοτόκου Μαρίας


Άγιος Νικόδημος ο Αγιορείτης
 
Έχεις και άλλον τρόπο, αγαπητέ, να μελετάς και να προσεύχεσαι δια μέσου της Αγίας Θεοτόκου, στρέφοντας το νου σου α΄) στον ουράνιο Πατέρα, β΄) στον Γλυκύτατο Ιησού, γ΄) και τελευταίο, σ’ αυτήν την ενδοξότατη Μητέρα του.
Στρέφοντας το νου σου στο Θεό, σκέψου· α΄, τη μεγάλη χαρά που από αιώνες νωρίτερα είχε ο Θεός σκεπτόμενος το πρόσωπο της Θεοτόκου· τις αρετές και τις πράξεις της, από τότε που γεννήθηκε στον κόσμο, μέχρι τότε που αναπαύθηκε.
Μελέτησέ το με τον εξής τρόπο: Ύψωσε τον λογισμό σου πάνω από κάθε καιρό και χρόνο και κτίσμα νοητό και αισθητό. Και εισερχόμενος, για να μιλήσω έτσι, στην ίδια την αιωνιότητα και στο νου του Θεού, σκέψου τις τρυφές και τις ανέκφραστες αγαλλιάσεις που δεχόταν ο Θεός διά μέσου της Αειπαρθένου Μαρίας. Βρίσκοντας τον Θεό ανάμεσα σ’ αυτές τις τρυφές, ζήτησέ του να σου δώσει, εξαιτίας των άφραστων αυτών αγαλλιάσεων, χάρη και δύναμη, για να μπορείς να καταβάλλεις και να νικήσεις τους εχθρούς σου· και μάλιστα εκείνον, που τότε σε πολεμεί· κατόπιν αναλογιζόμενος τις τόσες πολλές και εξαιρετικές πράξεις και αρετές αυτής της Θεοτόκου, και παρουσιάζοντάς τις άλλοτε όλες μαζί και άλλοτε μία από αυτές στο Θεό, για τη δύναμη εκείνων, ζήτησε από την άπειρη αγαθότητά του όλο εκείνο που χρειάζεσαι και επιθυμείς.
Μετά από αυτά, στρέφοντας το νου σου στον Κύριό μας, τον Υιό της, ενθύμησέ του την Παναγία κοιλία που τον βάσταξε για εννέα μήνες· την ευλάβεια με την οποία τον προσκύνησε όταν γεννήθηκε και τον γνώρισε ως αληθινό Θεό και τέλειο άνθρωπο, Υιό και ποιητή της· τους φιλόστοργους οφθαλμούς της, που τον είδαν τόσο φτωχό· τις αγκάλες που τον δέχθηκαν, το γάλα που θήλασε, τους κόπους και τα βάσανα που υπέφερε γι αυτόν στη ζωή του και στον θάνατό του· και σου υπόσχομαι ότι με όλα αυτά θα προκαλέσεις ευχάριστη διάθεση στο θείο της τέκνο για να σου υπακούσει.
Στο τέλος στρέψε το νου σου και σ’ αυτήν την Παναγία Θεοτόκο και θύμησέ της ότι στάθηκε η εκλεκτή από την αίδιο πρόνοια και αγαθότητα του Θεού, ως Μητέρα της χάριτος και της ευσπλαχνίας και ως δική μας Μητέρα και συνήγορος και ότι μετά από τον Υιό της δεν έχουμε ασφαλέστερο και δυνατότερο καταφύγιο να προσφύγουμε, παρά σε αυτήν· υπενθύμισέ της ότι όλοι εμείς οι Χριστιανοί, όπως δεν ονομάζουμε κυρίως πατέρα πάνω στη γη, όπως μας παρήγγειλε ο Υιός της επειδή κυρίως μόνον ένα Πατέρα έχουμε, αυτόν που βρίσκεται στους ουρανούς: «Και πατέρα σας μην ονομάσετε κανένα πάνω στη γη, γιατί ένας είναι ο Πατέρας σας ο ουράνιος» (Ματθ. 23,9) – με τον ίδιο τρόπο ούτε άλλη μητέρα ονομάζουμε πάνω στη γη, επειδή κυρίως αυτήν μόνον έχουμε Μητέρα στους ουρανούς και όλοι μας καυχόμαστε να ονομαζόμαστε τέκνα της. Γι’ αυτό και προσβλέπουμε προς αυτήν για να μας ελεήσει ολοκληρωτικά, όπως αποβλέπει χωρίς να παρεκκλίνει και στη μητέρα του το νήπιο που έχει απογαλακτισθεί, όπως έχει γραφεί: «Ύψωσα την ψυχή μου σαν το θηλασμένο βρέφος κοντά στη μητέρα του» (Ψαλμ. 130,3).
Ακόμη υπενθύμισέ της τις αλήθειες που γράφουν γι’ αυτήν τα βιβλία, ότι όλοι οι πιστοί πιστεύουν στα τόσο υψηλά και τόσο θαυμαστά και μεγάλα κατορθώματα και χαρίσματα που προξένησε σε όλο το ανθρώπινο γένος, επειδή αυτή μόνο όντας ανάμεσα Θεού και ανθρώπων, τον μεν Θεό έκανε υιό ανθρώπου, τους δε ανθρώπους υιούς Θεού. Ότι χωρίς την μεσιτεία της δεν μπορεί κανένας να πλησιάσει το Θεό, ούτε άνθρωπος, ούτε άγγελος, διότι αυτή μόνο βρίσκεται ανάμεσα στην κτιστή κι ουράνια κτίση· ότι αυτή μόνον είναι Θεός άμεσος μετά το Θεό, και έχει τα δευτερεία της Αγίας Τριάδος, επειδή είναι αληθινά Μητέρα του Θεού· και ότι αυτή είναι όχι μόνον ο θησαυροφύλακας όλου του πλούτου της Θεότητος, αλλά και ο διαμοιραστής σε όλους, Αγγέλους και ανθρώπους, όλων των υπερφυσικών ελλάμψεων και πνευματικών χαρισμάτων που δίνονται από τον Θεό στην κτίση. Και ότι δεν υπάρχει κανένας που να την επεκαλέσθηκε με πίστη και να μην τον άκουσε με ευσπλαχνία. Τέλος πάντων, παρουσίασέ της τα βάσανα και τα πάθη του Μονογενή της Υιού που υπέφερε για τη σωτηρία μας, και παρακάλεσέ την να ζητήσει χάρι για σένα από αυτόν, ώστε και για σένα τα πάθη αυτά να προξενήσουν το αποτέλεσμα εκείνο, για το οποίο τα υπέφερε ο Υιός της· και αυτό είναι η δική σου σωτηρία· και αυτό όχι για άλλο, παρά για δική του δόξα και ευαρέστηση.
Πηγή: (Αγίου Νικοδήμου Αγιορείτου, Αόρατος Πόλεμος), Δάκρυα Μετανοίας

Δευτέρα 16 Μαΐου 2016

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

Παρακλητικός Κανών είς την Υπεραγίαν Θεοτόκον δια την μαθητιώσαν νεολαίαν

panagia eksetaseis 01

ΠΟΙΗΜΑ:
ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ
ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
Ψαλμός ρμβ΄ 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἡκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταρά-χθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι, τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου,  ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σού εἰμι.
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι είς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθα-λμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς τετοκυῖα τὸν Θεὸν τῶν ἁπάντων ταῖς μητρικαῖς Σου πρὸς αὐτὸν ἱκεσίαις, Θεογεννῆτορ Κόρη Ἀειπάρθενε, χάριν ἐπουράνιον, φωτισμὸν καὶ εἰρήνην, σύνεσιν καὶ φρόνησιν, συμπαθῶς ἀεὶ δίδου, τῇ νεολαίᾳ τῇ πανευλαβῶς, τὴν σὴν αὐτούσῃ ταχεῖαν ἀντίληψιν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν εὐλαβῶς μαθητιώντων Παρθένε, τὰς διανοίας καὶ τὸν νοῦ καὶ καρδίαν, πρὸς τὴν παιδείαν πτέρωσον τὴν κρείττονα, τούτους ἀποτρέπουσα, ἐννοιῶν τῶν ματαίων, ὡς ἄν μαθητεύσωσι, ἐν σπουδῇ  καὶ ἀγάπῃ, καὶ τοῦ Σωτῆρος δοῦλοι ἐκλεκτοί, ἀναφανῶσι, σοφίας τοῖς δόγμασι.
Ψαλμός ν΄.
Ελέησόν με, ὁ Θεός κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὀ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.  Ἀγάθυνον, Κύριε,  ἐν  τῇ  εὐδοκίᾳ  σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ἦχος πλ. δ΄.
Ὠδὴ α΄.  Ὑγρὰν διοδεύσας.
 «Σὺ εἶ Ἄχραντε μαθητῶν μήτηρ. Γερασίμου»
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σοφίας τεκοῦσα τὸν χορηγόν, σοφίας τῷ φέγγει, τὰς καρδίας τῶν μαθητῶν, ὀδήγει πρὸς κτῆσιν τῶν ἀρίστων, Θεογεννῆτορ Παρθένε Πανάμωμε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ψόθεν ἐπίνευσον συμπαθῶς, ἐπὶ τὰς δεήσεις Θεοτόκε τῶν μαθητῶν, καὶ δίδου αὐτοῖς πνεῦμα ἀνδρείας, καὶ ταπεινώσεως Κόρη τῆς κρείττονος.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
πίχεε Κόρη τοῖς μαθηταῖς, τῆς Σῆς βοηθείας, τὸν σωτήριον γλυκασμόν, ὡς ἄν τὸν ἰὸν τῆς ἁμαρτίας, μετὰ σπουδῆς ἀποκρούωσιν Δέσποινα.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
σχὺν κατὰ πάσης ἐπιβουλῆς, τῇ μαθητιώσῆ, νεολαίᾳ τοῦ δυσμενοῦς, χορήγει ὡς ἄν τῶν παιδευμάτων, τῶν ἱερῶν Θεοτόκε μεθέξωσι.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
θυμίας καὶ λύπης, καὶ πονηρῶν σκέψεων, φύλαττε ἀτρώτους Παρθένε, τῇ ἀντιλήψει Σου, τῶν μαθητῶν τὸν χορόν, ὠς ἄν καλῶς παιδευθῶσι, καὶ τύποι γενήσωνται, βίου χρηστότητος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χάριν ἄφθονον δίδου, καὶ φωτισμὸν Ἀχραντε, ζῆλον καὶ πολλὴν προθυμίαν, πρὸς τὰ μαθήματα, τοῖς μαθητεύουσιν, ἐν τῇ Σχολῇ ταύτῃ Κόρη, βίου καθαρότητι, τούτους τειχίζουσα.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
αντισμῷ Θεοτόκε, τῆς σῆς πολλῆς χάριτος, σβέσον τῶν παθῶν δεινὴν φλόγα, ἐκ τῶν ψυχῶν ἡμῶν· ἰδοὺ γὰρ Δέσποινα, ὡς ταπεινά Σου τεκνία, πίστει καταφεύγομεν, τῇ προστασίᾳ Σου.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
κηδίας τὸ νέφος, τὸ χαλεπὸν σκέδασον, καὶ ἀπιμελῶς μαθητεύειν, ἡμᾶς ἀνίσχυσον, σπουδῇ τῇ κρείττονι, πρὸς τὰς καλὰς ἐπιδόσεις, τῆς ἐνθέου γνώσεως, Παρθένε Ἄχραντε.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἀπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
πίβλεψον, ἐν εὐμεβείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἀμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
ς Μήτηρ Χριστοῦ, καὶ συμπαθείας πέλαγος, Παρθένε Ἁγνή, τῶν μαθητῶν τὸν ὄμιλον, ὁδήγει τῇ Σῇ χάριτι, πρὸς τὴν κτῆσιν παιδείας τῆς κρείττονος, διὰ ζωῆς καθαρᾶς καὶ σεμνῆς, ὡς ἄν καταστῶσι πᾶσι χρήσιμοι.
Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νοῦν ἐγρήγορον δώρησαι, τῇ μαθητιώσῃ Κόρη νεότητι, καὶ σοφὸν ἐν πᾶσι φρόνημα, τούτους τῶν χειρόνων ἀπαλλάττουσα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῇ θερμῇ ἀντιλήψει Σου, ἀκαθάρτου βίου πόρρῳ συντήρησον, Θεοτόκε Ἀειπάρθενε, τὴν μαθητιῶσαν νεολαίαν Σου.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
νταλμάτων τοῦ Κτίσαντος, πληρωτὰς ἐν βίου σεμνοῦ χρηστότητι, μαθητῶν δεῖξον τὸ σύστημα, τῇ Σῇ προστασίᾳ, Μητροπάρθενε.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μαθητῶν πιστῶν πέλουσα, μήτηρ Θεοτόκε Χριστὸν κυήσασα, μητρικῶς τούτους περίεπε, ἀπὸ τῶν σκανδάλων τοῦ ἀλάστορος.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
θλησιν ζωῆς, ἐναρέτου ἐνδυνάμωσον, Θεοτόκε τὸν χορὸν τῶν μαθητῶν, διανύειν καὶ τυχεῖν θείας χρηστότητος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεῖον φωτισμόν, ἐπιμέλειαν καὶ σύνεσιν, καὶ ἀγάπην πρὸς τὴν πρόοδον Ἁγνή, μαθηταῖς τοῖς εὐσεβέσιν ἀεὶ πάρεχε.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
σὴ ἀρωγή, νεολαίαν τὴν θεόφρονα, λυτρωσάσθω ψυχοφθόρων λογισμῶν, ὁδηγούντων Θεοτόκε πρὸς ἀπώλειαν.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τήρησον Ἁγνή, καθαροὺς πάσης σπιλώσεως, καὶ ἐκτόπων συστροφῶν καὶ ἐπαφῶν, τοὺς πιστούς Σου μαθητὰς Θεογεννήτρια.
Ὠδὴ στ΄. Τὴν δέησην ἐκχεῶ.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ς οὖσα, Χριστοῦ φιλεύσπλαγχνος Μήτηρ, μητρικῶς τοὺς μαθητὰς ὡς υἱούς Σου, σκέπε Ἁγνὴ τῶν βελῶν τοῦ Βελίαρ, καὶ λογισμῶν ἀκαθάρτων ἀπάλλαττε, καὶ δίδου τούτοις προκοπήν, εὐοδοῦσαι Παρθένε τοῖς κρείττοσι.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, μαθητῶν τῶν εὐσεβῶν τὰς καρδίας, πλήρου τῇ Σῇ ἀρωγῇ ἀοράτῶς, ὡς ἄν καρπὸν μαθητείας καὶ πίστεως, πολιτείας ἀκραιφνοῦς, τῷ Δεσπότη τῶν ὅλων προσάγωσι.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ματαίων, ἀπάσχολήσεων Κόρη, ἀνωτέρας τὰς ἐννοίας συντήρει, τῶν εὐσεβῶν καὶ ἐν φόβῳ, καὶ εὐσεβείᾳ καλῶς άναστρέφεσθαι, δίδου αὐτοῖς διὰ παντός, ἀγαθὸν λογισμόν τε καὶ δύναμιν.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
νίκα, ἀποχωρήσωμεν Κόρη, μαθημάτων καὶ σοφῶν παιδευμάτων, ἀρετῇ διανύειν τὸν βίον, καὶ πάσῃ εὐσεβείαᾳ καὶ σεμνότητι, δύναμιν δίδου καὶ ἰσχύν, Θεοτόκε ἡμῖν τοῖς οἰκέταις Σου.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἀπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον. Ἦχος β΄.Τοῖς τῶν αἰμάτων.
Τῇ προστασίᾳ Σου Κόρη προστρέχουσα, ἡ εὐσεβὴς νεολαία κραυγάζει Σοι·  Τὸν νοῦ ἡμῶν φώτισον Ἄχραντε, τοῦ συνιέναι τὴν γνῶσιν τὴν κρείττονα, ὡς ἄν τῷ Κυρίῳ δουλεύσωμεν.
Προκείμενον. Ἦχος δ΄.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.(β΄)
Στίχος· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου,καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ε
ν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθῃ Πνεύματος ἁγίου ἡ Έλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου προς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ἦχος β΄.
Δόξα Πατρὶ καὶ Υἰῷ καὶ ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων. Ἀμήν
Ταῖς τῆς Θεοτόκου  πρεβείαις ἐλεήμον,  ἐξάλειψον  τὰ  πλήθη  τῶν  ἐμῶν ἐγκλημάτων.
Ἦχος β΄ Ὅλην άποθέμενοι.
Στίχος· Ἐλέησόν με, ὁ Θεός κατὰ τὸ μέγα ἔλεος σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Δίδου ἡμῖν Δέσποινα, τοῖς ταπεινοῖς σου τεκνίοις, φωτισμὸν οὐράνιον, καὶ φόβον σωτήριον δυσωποῦμεν σε, πειθαρχεῖν πάντοτε, ἐν πολλῇ συνέσει, διδασκάλων ἐν τοῖς ῥήμασιν, ἴνα κτησώμεθα, γνώσεως ἁπάσης τὸ πλήρωμα, τῆς θείας καὶ τῆς θύραθεν, τῇ ἐπισκοπῇ Σου Πανύμνητε· Σὺ ρὰρ εἶ προστάτις, ἡμῶν καὶ ὁδηγὸς καὶ φωτισμός, καὶ τὴν Σὴν χάριν κηρύττομεν, διὰ Σοῦ σωζόμενοι.
Ὁ ἐκκλησιαστικός ἀρχεται τὸ θυμίαμα.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τοῖς μαθήμασι Κόρη, ἐν σπουδῇ προσανέχειν ἡμᾶς ἐνίσχυσον, καὶ πάσης ἀποκλκίνειν, ἀπατηλῆς ἐννοίας, εἰρωνείας τε χείρονος, καὶ ἐν ἀγάπῃ πολλῇ, άνέχεσθαι ἀλλήλων.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
λιόμορφε Κόρη, μαθητῶν προστασία τῶν πεποιθότων Σοι, ἐκ πάσης ἐπηρείας, καὶ φθόνου καὶ κακίας, ἀσινεῖς φύλαττε, διατελεῖν εὐσεβῶς, ἡμῶν τὴν μαθητείαν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
ημάτων ἐκ χειλέων, τῶν σοφῶν διδασκάλων πᾶσαν ἀνάπτυξιν, ἐκδέχεσθαι προθύμως, πρὸς γνῶσιν τῶν κρειττόνων, καταξίωσον Δέσποινα, τὰς διανοίας ἡμῶν, τῶν πίστει Σε ὑμνούντων.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γνῶσιν πᾶσαν πλουτίσαι, ἱρῶν μαθημάτων Παρθένε φώτισον, ἡμῶν τὰς διανοίας, τῶν αὐλαβῶς φοιτώντων, τῇ Σχολῇ ταύτῃ Ἄχραντε, ἵνα Χριστῳ τῷ Θεῷ δουλεύσωσιν ἀμέμπτως.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ξ ἀμελείας, διχοστασίας τε πάσης, ἀπολύτρωσαι ἡμᾶς Θεογεννῆτορ, ἐν ἐπιμελείᾳ, διδάσκεσθαι τὰ κρείττω.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
ύπων κακίας, ψιθυρισμοῦ τε καὶ δόλου, κατακρίσεως καὶ γογγυσμοῦ Παρθένε, τὴν μαθητιῶσαν, φύλαττε νεολαίαν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
φρονος γνώμης, καὶ πονηρᾶς συνηθείας, ῥύου πάντοτε καὶ ἀγωγῆς έκτρόπου, τὴν μαθητιῶσαν, νεότητα Παρθένε.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σύνεσιν δίδου, ὡς ἄν χρηστότητα βίου, καὶ σεμνότητα ἐν ἤθεσιν ἀμέμπτοις, οἱ μαθητιῶντες, κτησώμεθα Παρθένε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
δοὺ ἐν εὐλαβείᾶ, τῇ σῇ προστασίᾳ οἱ μαθηταὶ ὡς τεκνία Σου σπεύδομεν, ἵνα τῆς Σῆς εὐμοιρήσωμεν Κόρη χάριτος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Σωτῆρος, τῇ μητρικῇ Σου εὐνοίᾳ προστάτευε, τῶν μαθητῶν ἀνυμνούντων τὰ μεγαλεῖά Σου.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Οὐράνωσον Παρθένε, τῶν μαθητευόντων, τὰς διανοίας τῇ Σῇ ἀγαθότητι, ἐκ γεηρῶν φρονημάτων τούτους ἀπάγουσα.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
φέρποντα δολίως, καθ΄ ἐκάστην Κόρη, τὸν πονηρὸν κατασύντριψον δράκοντα, τὴν νεολαίαν τῆς τούτου μανίας σώζουσα.
καὶ εὐθὺς ὁ χορός συνεχίζει ψάλλων τα Μεγαλυνάρια.
Αξιον ἐστιν, ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Γοργοϋπηκόου τὴν θαυμαστὴν καὶ σεπτήν εικόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα τελοῦσαν καὶ βρύουσαν ἰάσεις καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα.
Χαίροις τῶν Ἀγγέλων ἡ βασιλίς, καὶ μαθητευόντων, προστασία καὶ ὁδηγός, χαῖρε Θεοτόκε, ἡ τοῦ Σωτῆρος Μήτηρ, καὶ πάντων τῶν ἀνθρώπων, τὸ καταφύγιον.
δε ὡς τεκνία σου συμπαθῶς, μαθητῶν τὸν δῆμον, ἐξαιτούντων πανευλαβῶς, φωτισμὸν Παρθένε, παρὰ τῆς χάριτός Σου, καὶ δίδου τούτοις Κόρη, χάριν καὶ ἔλεος.
Νοῦν τοῦ συνιέναι ὡς ἀληθῶς, τὴν τῶν παιδευμάτων, κεκρυμμένην γνῶσιν Ἁγνή, τῇ μαθητιώσῃ, παράσχου νεολαίᾳ, ὡς τὴν πηγὴν τεκοῦσα, τῆς ἀγαθότητος.
ν ἐπιμελείᾳ γνώμῃ θερμῃ, ἡμᾶς μαθητεύειν, καὶ πληροῦσθαι θείου φωτός, Κεχαριτωμένη, ἀξίωσον Παρθένε, τοὺς σπεύδοντας ἐν πίστει, τῇ ἀντιλήψει Σου.
Τῆς σοφίας τέξασα τὴν πηγήν, πάσης άγνωσίας, καὶ ἀγνοίας ψυχοβλαβοῦς, ῥῦσαι Θεοτόκε, ἡμᾶς τὰ Σὰ τεκνία, ὡς ἄν μαθητευθῶμεν, τὰ ἐπουράνια.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πικρῶν σκανδάλων, νεολαίαν Σου τὴν πιστήν, Κεχαριτωμένη, ὑπομονὴν διδοῦσα, αὐτοῖς καὶ θεῖον ζῆλον, πρὸς βίον ἔνθεον.
το μεγαλυνάριον τοῦ ἁγίου τοῦ Ναοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ίσχυρός, Ἅγιος Ἀθανατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἑπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἥμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
 Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημα σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειληματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφὶεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξῦλου.
Τέξασα σοφίας τῆν  πηγήν, Κόρη τὸν Χριστὸν ἀπορρήτως, δι’ ἀγαθότητα, συνεσιν καὶ φρόνησιν, δίδου ἑκάστοτε, τῇ πιστῇ νεολαίᾳ Σου, μαθητευομένῃ, ἐν πάσῃ σεμνότητι, καὶ ζήλῳ Ἄχραντε, πάσης ἀμελείας καὶ βλάβης, καὶ ἀναστροφῆς κακοτρόπου, ἡμᾶς ἀπαλλάτουσα δεόμεθα.
Ἦχος πλ.δ΄
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.