Δευτέρα 8 Σεπτεμβρίου 2014

Ἑσπερινὴ Εὐχὴ Κυριακῆς

Ὡς ἐνώπιον, Κύριε, τοῦ φοβεροῦ σου βήματος ἑστὼς ὁ κατάκριτος, καὶ τὸν ἔλεγχον βλέπων τῶν ἔργων μου καὶ τὴν δοθεῖσάν μοι ψῆφον δικαίαν σου ἀπορρίπτουσάν με τοῦ ἁγίου προσώπου σου εἰς κολάσεις ἀφορήτους τὸν ἄθλιον·
καὶ ὡς τότε σοι μέλλων προσφθέγγεσθαι, νῦν κραυγάζω σὺν τρόμῳ καὶ δάκρυσι·
δίκαιος εἶ, Κριτὰ δικαιότατε, καὶ δικαία (ὑπάρχει) ἡ κρίσις σου·
ἐξ αὐτῆς γὰρ ἐγὼ οὐκ ἠδίκημαι.
Ἀγαθοὶ ἁγιώτατοι Ἄγγελοι, ἐπ' ἐμοὶ νῦν σταλάξατε δάκρυα, ἐγὼ γὰρ ἐμαυτὸν οὐκ ἠλέησα, τοῦ Θεοῦ παραβλέψας τὸν ἔλεον.
Λοιπὸν ὄντως δικαίως εὐθύνομαι.
Ὅτε παρετίθει μοι τὸ ἔλεος ὁ Κύριος, μὴ φρονῶν, οὐδαμῶς τούτου ἤκουον, καὶ εὐλόγως με νῦν ἀποστρέφεται.
Τότε δὴ (ἀποκρίνονται) οἱ Ἄγγελοι·
οὐ καιρὸς μετανοίας νῦν πάρεστιν, ἀλλ' ἀνταποδόσεως πέφυκεν.
Ἡ παράκλησις ἄρτι ἠσθένησε, μετανοίας ἀργοῦσι τὰ δάκρυα, τῶν κολάσεων δὲ περισσεύουσι.
Στεναγμοὶ (ἐπιστροφῆς) οὐκ ἀκούονται, ἀλλὰ νῦν ὀδυρμὸς ἀτελεύτητος.
∆ιὸ ἄπελθε, λάβε τῶν ἔργων σου τὴν πικρὰν καὶ δεινὴν ἀνταπόδοσιν.
Καταφλέγου ὡς ὕλη ἀκάθαρτος, ἀναφλέγων τὴν ἄσβεστον γέενναν.
Ἀκοιμήτου θηρός, πικροῦ σκώληκος, ὡς τοῦ σκότους υἱὸς κατατρύφησον.
(Ὡς ἠγάπησας ζόφον αἰώνιον,) ἐπαπόλαυσον μέλανα πρόσωπα, ἀνθ' ὧν ἐβδελύξω φῶς τὸ ἀΐδιον.
Ἐκεῖ ἔσται κλαυθμὸς ἀκατάπαυστος, καὶ βρυγμὸς τῶν ὀδόντων κατώδυνος.
Οἴμοι, οἴμοι, ψυχή μου ταλαίπωρε, γυμνὴ οὖσα χρηστῶν ὅλως πράξεων!
Πῶς θεάσῃ Κριτὴν τὸν ἀδέκαστον, Ἀρχαγγέλων ἑστώτων (λειτουργικῶς), γηγενῶν παρεστώτων (πάντων) γυμνῶν, (τετραχηλισμένων πρὸ τοῦ φρικτοῦ βήματος τοῦ πάντων ∆ημιουργοῦ·) ἡ γὰρ κρίσις ἀνίλεως (ἔσται ἐκεῖ) τοῖς μὴ πράξασιν ὧδε τὸν ἔλεον.
Οἴμοι τότε, ψυχὴ ἡ κατώδυνος!
Ἀλλ' οὐκ ἔστι φωνὴ καὶ ἀκρόασις.
Τὰ γὰρ πάντα εἰς ἄλλα ἀλλάξουσι, καὶ τὸ εἶδος λοιπὸν καὶ ταῖς πράξεσι.
Τοῦ ὀγδόου αἰῶνος ἀπάρξομεν.
Αἰωνίως εὐφραίνονται δίκαιοι, αἰωνίως κολάζονται ἕτεροι.
Τὸν Θεὸν τῶν ἁπάντων οὐκ εὔφρανον.
Ἀλλ' οὐκ ἔστιν ἐκεῖνα ὡς ἔοικεν.
Καὶ λοιπὸν τῶν ἐνθάδε βοήσωμεν·
τῷ Θεῷ καὶ ἀνθρώποις ἐξάγγελλε·
ἐγγυηταί σου ὑπάρχουσιν Ὅσιοι.
Ἐξαγγέλλω σοι, Κύριε, ἅπαντα, καὶ συγχώρησον δούλῳ ἀχρείῳ (σου).
Μὴ παρίδῃς οἰκτράν μου τὴν δέησιν·
μολυνθείσας ἐκτείνω τὰς χεῖράς μου.
Μὴ ἀπώσῃ με πάθεσι βρύοντα, ἀλλὰ τῇ εὐμενεῖ εὐσπλαγχνίᾳ σου ἐπ' ἐμὲ φιλανθρώπως ἐπίβλεψον.
Ἐμαυτὸν ἡδοναῖς κατερρύπωσα, καὶ ψυχῆς τὸ ὡραῖον ἠτίμωσα.
Σαρκικοῖς ἐδουλώθην φρονήμασι, καὶ τὴν πρὶν δεσποτείαν μου ὤλεσα.
Τοῦ Ἐχθροῦ συμβουλεύοντος ἤκουσα, καὶ παθῶν ἀνετύπωσα εἴδωλα.
Τῆς γαστρὸς τὰς ὀρέξεις ἐτέλεσα, καὶ τοῦ νοῦ τὸ φαιδρὸν ἀπημαύρωσα.
Ἐν τιμῇ ὢν γνησίας υἱότητος, ἀνοήτοις ὡμοίωμαι κτήνεσι, καὶ φρικτὸς ἔχει φόβος καὶ τρόμος με, τὴν τομὴν τοῦ θανάτου προβλέποντα ἐρχομένην ἀδήλως εἰς ἅπαντας, ἐμαυτὸν ἀδιόρθωτον ἔχοντα.
Ἐκ βαθέων κραυγάζω σοι, Κύριε, καὶ στενάζων προσπίπτω σὺν δάκρυσιν.
Ἵλεώς μοι γενοῦ καὶ φιλάνθρωπος, τῷ ἐν σοὶ τὰς ἐλπίδας μου ἔχοντι.
Τὴν ὀργὴν ἐκφυγεῖν με τὴν μέλλουσαν τῆς ἐκεῖ κατακρίσεως ποίησον.
Τὴν λιθώδη ψυχήν μου εὐδόκησον ἀρεταῖς ἐποφθῆναι πολύτεκνον.
Λογισμοὺς τοὺς ἀκάρπους μου ἔκτιλον ἐν πυρὶ τοῦ Ἁγίου σου Πνεύματος.
Μὴ ὡς δένδρον ἐκκόψῃς με ἄκαρπον, καὶ εἰς πῦρ ἀποπέμψῃς τὸ ἄσβεστον.
Μὴ φλογὸς ὕλην δείξῃς με ἄχυρον, ἀλλ' ὡς σῖτον, Θεέ μου, εἰσάγαγε.
Γόνυ κλίνω καρδίας τάλας ἐγώ, μὴ τολμῶν ἀτενῖσαι εἰς οὐρανούς.
∆έξαι δέησιν στόματος ῥυπαροῦ, ἀναμάρτητε, μόνε ∆ημιουργέ.
Βασιλεὺς ὢν ἁπάντων καὶ παναλκής, τὸν ἀντάρτην Βελίαρ καταβαλών, ἐκ παντοίων με ῥῦσαι ἀνομιῶν.
Ἑορτάζουσιν Ἄγγελοι καὶ βροτοὶ τὴν ἐμὴν καθορῶντες ἐπιστροφήν.
Ζωηφόρων παρεῖδόν σου ἐντολῶν, ἠπατήθην ἐν πράξεσι βδελυραῖς.
Μὴ βδελύξῃ με, ∆έσποτα ἀγαθέ, τῆς δουλείας με ῥῦσαι τοῦ Πονηροῦ.
Μετὰ φόβου καρδίας σὲ δυσωπῶ, τὸν βουλήσει με πλάσαντα (θεουργῷ, καὶ πολλαῖς με πλουτήσαντα) δωρεαῖς·
ἀγαπήσαντα σφόδρα, ὡς δι' ἐμὲ σαρκωθῆναι καὶ μόρον ὑπενεγκεῖν.
Νῦν ἀμνήμων δὲ ὤφθην τάλας ἐγὼ τῆς τοσαύτης ἀγάπης σου, Λυτρωτά, ὅλος δοῦλος γενόμενος ἡδοναῖς καὶ μιάνας τὸ σῶμα καὶ τὴν ψυχήν.
Καθ' ἑκάστην τὸ ἥμαρτον ἐκβοῶ, καὶ τοῦ πράττειν οὐ παύομαι τὰ δεινά.
Νῦν κατάκριτος ἵσταμαι, Ἀγαθέ, ἀλλὰ δός μοι τὴν ἄφεσιν τῶν κακῶν ὡς Θεὸς ἐλεήμων καὶ συμπαθής.
Θεοτόκε Παρθένε, Μήτηρ Θεοῦ, ἡ οὐράνιος πύλη καὶ κιβωτός, σωτηρίαν σε κέκτημαι ἀσφαλῆ.
Σῶσον, σῶσόν με, ∆έσποινα, δωρεάν.
Λεγεῶνες Ἀγγέλων ἐν οὐρανοῖς πλεονάκις στενάζουσιν ἐπ' ἐμέ·
μὴ ἁρπάσωσιν αἴφνης μου τὴν ψυχήν, καὶ πορεύσωμαι ῥεύμασι τοῦ πυρός.
Νομοθέται Ἀπόστολοι, φοβεροί καθεζόμενοι σύνθρονοι τῷ Κριτῇ.
Ξιφηρέστατοι Ἄγγελοι καὶ φρικτοί, μεριοῦνται καρδίας ἁμαρτωλῶν.
Ὀλολύζεται τότε πᾶσα πνοή·
οὐ γὰρ ἔχουσι πέρας φεῦ τὰ δεινά.
Προκατάλαβε ταῦτα πάντα, ψυχή, μιμουμένη τῆς πόρνης τὸν ὀδυρμόν.
Ῥῦσαι τότε με, Σῶτερ, τῆς φοβερᾶς ἀπειλῆς τῶν κολάσεων τῶν φρικτῶν.
Σὲ ὑμνοῦσιν ἀπαύστως τὰ Χερουβίμ, τετραμόρφοις ὀχούμενα Σεραφίμ.
Ἐπουράνια στίφη λειτουργικῶς ἐν Μονάδι Τριάδα σε ἀνυμνεῖ.
Φῶς ὑπάρχεις ἀγέννητον ὁ Πατήρ, καὶ συνάναρχον ἔχεις τὸν σὸν Υἱόν·
συναΐδιον ἔχεις Πνεῦμα τὸ σόν, τὸ δωρούμενον πᾶσι πνοὴν ζωῆς·
ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος καὶ χρηστός, ταῖς λιταῖς τῶν Μαρτύρων καὶ Προφητῶν, Ἀποστόλων, Ὁσίων, Ἱεραρχῶν,καὶ ἡμῶν (δεομένων) δέξαι φωνάς.
Ὑπερουράνιε Πάτερ, Κύριε, δόξα σοι·
ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου